Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 30.5 | Dem. 30.8 (English) | >>Dem. 30.11 |
30.7ἐν οἷς καὶ Τιμοκράτης καὶ Ὀνήτωρ ταύτην ἔχοντες διετέλεσαν τὴν διάνοιαν . τεκμήριον δὲ πάντων μέγιστον · οὗτος γὰρ ἐβουλήθη μὲν Ἀφόβῳ δοῦναι τὴν ἀδελφήν , ὁρῶν τῆς θʼ αὑτοῦ πατρῴας οὐσίας καὶ τῆς ἐμῆς οὐκ ὀλίγης αὐτὸν κύριον γεγενημένον , προέσθαι δὲ τὴν προῖκʼ οὐκ ἐπίστευσεν , ὥσπερ εἰ τὰ τῶν ἐπιτροπευόντων χρήματʼ ἀποτίμημα τοῖς ἐπιτροπευομένοις καθεστάναι νομίζων . ἀλλὰ τὴν μὲν ἀδελφὴν ἔδωκεν , τὴν δὲ προῖκʼ αὐτῷ Τιμοκράτης ἐπὶ πέντʼ ὀβολοῖς ὀφειλήσειν ὡμολόγησεν , ᾧ πρότερον ἡ γυνὴ συνοικοῦσʼ ἐτύγχανεν .
30.8ὀφλόντος δέ μοι τὴν δίκην Ἀφόβου τῆς ἐπιτροπῆς καὶ οὐδὲν δίκαιον ποιεῖν ἐθέλοντος , διαλύειν μὲν ἡμᾶς Ὀνήτωρ οὐδʼ ἐπεχείρησεν , οὐκ ἀποδεδωκὼς δὲ τὴν προῖκα , ἀλλʼ αὐτὸς κύριος ὤν , ὡς ἀπολελοιπυίας τῆς ἀδελφῆς καὶ δοὺς κομίσασθαι δʼ οὐ δυνάμενος , ἀποτιμήσασθαι φάσκων τὴν γῆν ἐξάγειν μʼ ἐξ αὐτῆς ἐτόλμησεν · τοσοῦτον καὶ ἐμοῦ καὶ ὑμῶν καὶ τῶν κειμένων νόμων κατεφρόνησεν .
30.9καὶ τὰ μὲν γενόμενα , καὶ διʼ ἃ φεύγει τὴν δίκην καὶ περὶ ὧν οἴσετε τὴν ψῆφον , ταῦτʼ ἐστίν , ὦ ἄνδρες δικασταί · παρέξομαι δὲ μάρτυρας πρῶτον μὲν αὐτὸν Τιμοκράτην , ὡς ὡμολόγησεν ὀφειλήσειν τὴν προῖκα καὶ τὸν τόκον ἀπεδίδου τῆς προικὸς Ἀφόβῳ κατὰ τὰς ὁμολογίας , ἔπειθʼ ὡς αὐτὸς Ἄφοβος ὡμολόγει κομίζεσθαι τὸν τόκον παρὰ Τιμοκράτους . καί μοι λαβὲ τὰς μαρτυρίας .
Μαρτυρίαι
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 30.5 | Dem. 30.8 (English) | >>Dem. 30.11 |